2.20.20 οὕτως καὶ Ἐπίκουρος τὰ μὲν ἀνδρὸς πάντʹ ἀπεκόψατο καὶ τὰ οἰκοδεσπότου καὶ πολίτου καὶ φίλου , τὰς δὲ προθυμίας τὰς ἀνθρωπικὰς οὐκ ἀπεκόψατο · οὐ γὰρ ἠδύνατο , οὐ μᾶλλον ἢ οἱ ἀταλαίπωροι Ἀκαδημαικοὶ τὰς αἰσθήσεις τὰς αὑτῶν ἀποβαλεῖν ἢ ἀποτυφλῶσαι δύνανται καίτοι τοῦτο μάλιστα πάντων ἐσπουδακότες .
2.20.21 † τίς ἢ ἀτυχίας ; λαβών τις παρὰ τῆς φύσεως μέτρα καὶ κανόνας εἰς ἐπίγνωσιν τῆς ἀληθείας οὐ προσφιλοτεχνεῖ τούτοις προσθεῖναι καὶ προσεξεργάσασθαι τὰ λείποντα , ἀλλὰ πᾶν τοὐναντίον , εἴ τι καὶ ἔχει γνωριστικὸν τῆς ἀληθείας , ἐξαιρεῖν πειρᾶται καὶ ἀπολλύειν .
2.20.22 τί λέγεις , φιλόσοφε ; τὸ εὐσεβὲς καὶ τὸ ὅσιον ποῖόν τί σοι φαίνεται ; ἂν θέλῃς , κατασκευάσω ὅτι ἀγαθόν . ναὶ κατασκεύασον , ἵνʹ οἱ πολῖται ἡμῶν ἐπιστραφέντες τιμῶσι τὸ θεῖον καὶ παύσωνταί ποτε ῥᾳθυμοῦντες περὶ τὰ μέγιστα . ἔχεις οὖν τὰς κατασκευάς ; ἔχω καὶ χάριν οἶδα .
2.20.23 ἐπεὶ οὖν ταῦτά σοι λίαν ἀρέσκει , λάβε τὰ ἐναντία · ὅτι θεοὶ οὔτʹ εἰσίν , εἴ τε καὶ εἰσίν , οὐκ ἐπιμελοῦνται ἀνθρώπων οὐδὲ κοινόν τι ἡμῖν ἐστι πρὸς αὐτοὺς τό τʹ εὐσεβὲς τοῦτο καὶ ὅσιον παρὰ τοῖς πολλοῖς ἀνθρώποις λαλούμενον κατάψευσμά ἐστιν ἀλαζόνων ἀνθρώπων καὶ σοφιστῶν ἢ νὴ Δία νομοθετῶν εἰς φόβον καὶ ἐπίσχεσιν τῶν ἀδικούντων .
2.20.24 εὖ , φιλόσοφε · ὠφέλησας ἡμῶν τοὺς πολίτας , ἀνεκτήσω τοὺς νέους ῥέποντας ἤδη πρὸς καταφρόνησιν τῶν θείων .