2.20.14 ἢ πρός τινας μὲν δεῖ φυλάττειν ταύτην τὴν κοινωνίαν , πρός τινας δʹ οὔ ; πρὸς τίνας οὖν δεῖ τηρεῖν ; πρὸς τοὺς ἀντιτηροῦντας ἢ πρὸς τοὺς παραβατικῶς αὐτῆς ἔχοντας ; καὶ τίνες παραβατικώτερον αὐτῆς ἔχουσιν ὑμῶν τῶν ταῦτα διειληφότων ;
2.20.15 τί οὖν ἦν τὸ ἐγεῖρον αὐτὸν ἐκ τῶν ὕπνων καὶ ἀναγκάζον γράφειν ἃ ἔγραφεν ; τί γὰρ ἄλλο ἢ τὸ πάντων τῶν ἐν ἀνθρώποις ἰσχυρότατον , ἡ φύσις ἕλκουσα ἐπὶ τὸ αὑτῆς βούλημα ἄκοντα καὶ στένοντα ;
2.20.16 ὅτι γὰρ δοκεῖ σοι ταῦτα τὰ ἀκοινώνητα , γράψον αὐτὰ καὶ ἄλλοις ἀπόλιπε καὶ ἀγρύπνησον διʹ αὐτὰ καὶ αὐτὸς ἔργῳ κατήγορος γενοῦ τῶν σαυτοῦ δογμάτων .
2.20.17 εἶτα Ὀρέστην μὲν ὑπὸ Ἐρινύων ἐλαυνόμενον φῶμεν ἐκ τῶν ὕπνων ἐξεγείρεσθαι · τούτῳ δʹ οὐ χαλεπώτεραι αἱ Ἐρινύες καὶ Ποιναί ; ἐξήγειρον καθεύδοντα καὶ οὐκ εἴων ἠρεμεῖν , ἀλλʹ ἠνάγκαζον ἐξαγγέλλειν τὰ αὑτοῦ κακὰ ὥσπερ τοὺς Γάλλους ἡ μανία καὶ ὁ οἶνος .
2.20.18 οὕτως ἰσχυρόν τι καὶ ἀνίκητόν ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη . πῶς γὰρ δύναται ἄμπελος μὴ ἀμπελικῶς κινεῖσθαι , ἀλλʹ ἐλαικῶς , ἢ ἐλαία πάλιν μὴ ἐλαικῶς , ἀλλʹ ἀμπελικῶς ; ἀμήχανον , ἀδιανόητον .
2.20.19 οὐ τοίνυν οὐδʹ ἄνθρωπον οἷόν τε παντελῶς ἀπολέσαι τὰς κινήσεις τὰς ἀνθρωπικὰς καὶ οἱ ἀποκοπτόμενοι τάς γε προθυμίας τὰς τῶν ἀνδρῶν ἀποκόψασθαι οὐ δύνανται .