2.22.22 διὰ ταύτην τὴν ἄγνοιαν καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι διεφέροντο καὶ Θηβαῖοι πρὸς ἀμφοτέρους καὶ μέγας βασιλεὺς πρὸς τὴν Ἑλλάδα καὶ Μακεδόνες πρὸς ἀμφοτέρους καὶ νῦν Ῥωμαῖοι πρὸς Γέτας καὶ ἔτι πρότερον τὰ ἐν Ἰλίῳ διὰ ταῦτα ἐγένετο .
2.22.23 Ἀλέξανδρος τοῦ Μενελάου ξένος ἦν , καὶ εἴ τις αὐτοὺς εἶδεν φιλοφρονουμένους ἀλλήλους , ἠπίστησεν ἂν τῷ λέγοντι οὐκ εἶναι φίλους αὐτούς . ἀλλʹ ἐβλήθη εἰς τὸ μέσον μερίδιον , κομψὸν γυναικάριον , καὶ περὶ αὐτοῦ πόλεμος .
2.22.24 καὶ νῦν ὅταν ἴδῃς φίλους , ἀδελφοὺς ὁμονοεῖν δοκοῦντας , μὴ αὐτόθεν ἀποφήνῃ περὶ τῆς φιλίας τι αὐτῶν μηδʹ ἂν ὀμνύωσιν μηδʹ ἂν ἀδυνάτως ἔχειν λέγωσιν ἀπηλλάχθαι ἀλλήλων .
2.22.25 οὐκ ἔστι πιστὸν τὸ τοῦ φαύλου ἡγεμονικόν · ἀβέβαιόν ἐστιν , ἄκριτον , ἄλλοθʹ ὑπʹ ἄλλης φαντασίας νικώμενον .
2.22.26 ἀλλʹ ἐξέτασον μὴ ταῦθʹ οἱ ἄλλοι , εἰ ἐκ τῶν αὐτῶν γονέων καὶ ὁμοῦ ἀνατεθραμμένοι καὶ ὑπὸ τῷ αὐτῷ παιδαγωγῷ , ἀλλʹ ἐκεῖνο μόνον , ποῦ τὸ συμφέρον αὐτοῖς τίθενται , πότερον ἐκτὸς ἐν προαιρέσει .
2.22.27 ἂν ἐκτός , μὴ εἴπῃς φίλους οὐ μᾶλλον πιστοὺς βεβαίους θαρραλέους ἐλευθέρους , ἀλλὰ μηδʹ ἀνθρώπους , εἰ νοῦν ἔχεις .
2.22.28 οὐ γὰρ ἀνθρωπικὸν δόγμα ἐστὶ τὸ ποιοῦν δάκνειν ἀλλήλους καὶ λοιδορεῖσθαι καὶ τὰς ἐρημίας καταλαμβάνειν τὰς ἀγορὰς ὡς τὰ ὄρη καὶ ἐν τοῖς δικαστηρίοις ἀποδείκνυσθαι τὰ λῃστῶν · οὐδὲ τὸ ἀκρατεῖς καὶ μοιχοὺς καὶ φθορεῖς ἀπεργαζόμενον οὐδʹ ὅσʹ ἄλλα πλημμελοῦσιν ἄνθρωποι κατʹ ἀλλήλων διʹ ἓν καὶ μόνον τοῦτο δόγμα , τὸ ἐν τοῖς ἀπροαιρέτοις τίθεσθαι αὑτοὺς καὶ τὰ ἑαυτῶν .