3.1.35 ἄγε καὶ γαμήσας τίλλεσθαι μέλλεις ; τίνι καὶ ἐπὶ τί ; καὶ παιδία ποιήσας εἶτα κἀκεῖνα τιλλόμενα ἡμῖν εἰσάξεις εἰς τὸ πολίτευμα ; καλὸς πολίτης καὶ βουλευτὴς καὶ ῥήτωρ . τοιούτους δεῖ νέους εὔχεσθαι ἡμῖν φύεσθαι καὶ ἀνατρέφεσθαι ;
3.1.36 μή , τοὺς θεούς σοι , νεανίσκε · ἀλλʹ ἅπαξ ἀκούσας τῶν λόγων τούτων ἀπελθὼν σαυτῷ εἰπὲ ταῦτά μοι Ἐπίκτητος οὐκ εἴρηκεν · πόθεν γὰρ ἐκείνῳ ; ἀλλὰ θεός τίς ποτʹ εὐμενὴς διʹ ἐκείνου . οὐδὲ γὰρ ἂν ἐπῆλθεν Ἐπικτήτῳ ταῦτα εἰπεῖν οὐκ εἰωθότι λέγειν πρὸς οὐδένα .
3.1.37 ἄγε οὖν τῷ θεῷ πεισθῶμεν , ἵνα μὴ θεοχόλωτοι ὦμεν . οὔ · ἀλλʹ ἂν μὲν κόραξ κραυγάζων σημαίνῃ σοί τι , οὐχ κόραξ ἐστὶν σημαίνων , ἀλλʹ θεὸς διʹ αὐτοῦ · ἂν δὲ διʹ ἀνθρωπίνης φωνῆς σημαίνῃ τι , τὸν ἄνθρωπον ποιήσει λέγειν σοι ταῦτα , ἵνʹ ἀγνοῇς τὴν δύναμιν τοῦ δαιμονίου , ὅτι τοῖς μὲν οὕτως , τοῖς δʹ ἐκείνως σημαίνει , περὶ δὲ τῶν μεγίστων καὶ κυριωτάτων
3.1.38 διὰ καλλίστου ἀγγέλου σημαίνει ; τί ἐστιν ἄλλο , λέγει ποιητής ; ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς , Ἑρμείαν πέμψαντες ἐύσκοπον ἀργειφόντην , μήτʹ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν .