3.22.89 ἐλεούμενος δὲ Κυνικὸς ἐπαίτης δοκεῖ · πάντες ἀποστρέφονται , πάντες προσκόπτουσιν . οὐδὲ γὰρ ῥυπαρὸν αὐτὸν δεῖ φαίνεσθαι , ὡς μηδὲ κατὰ τοῦτο τοὺς ἀνθρώπους ἀποσοβεῖν , ἀλλʹ αὐτὸν τὸν αὐχμὸν αὐτοῦ δεῖ καθαρὸν εἶναι καὶ ἀγωγόν .
3.22.90 δεῖ δὲ καὶ χάριν πολλὴν προσεῖναι φυσικὴν τῷ Κυνικῷ καὶ ὀξύτητα ( εἰ δὲ μή , μύξα γίνεται , ἄλλο δʹ οὐδέν ) , ἵνα ἑτοίμως δύνηται καὶ παρακειμένως πρὸς τὰ ἐμπίπτοντα ἀπαντᾶν .
3.22.91 ὡς Διογένης πρὸς τὸν εἰπόντα σὺ εἶ Διογένης μὴ οἰόμενος εἶναι θεούς ; καὶ πῶς , ἔφη , σὲ θεοῖς ἐχθρὸν νομίζων ;
3.22.92 πάλιν Ἀλεξάνδρῳ ἐπιστάντι αὐτῷ κοιμωμένῳ καὶ εἰπόντι οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα ἔνυπνος ἔτι ὢν ἀπήντησεν λαοί τʹ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν .
3.22.93 πρὸ πάντων δὲ τὸ ἡγεμονικὸν αὐτοῦ δεῖ καθαρώτερον εἶναι τοῦ ἡλίου · εἰ δὲ μή , κυβευτὴν ἀνάγκη καὶ ῥᾳδιουργόν , ὅστις ἐνεχόμενός τινι αὐτὸς κακῷ ἐπιτιμήσει τοῖς ἄλλοις .
3.22.94 ὅρα γάρ , οἷόν ἐστιν . τοῖς βασιλεῦσι τούτοις καὶ τυράννοις οἱ δορυφόροι καὶ τὰ ὅπλα παρεῖχε τὸ ἐπιτιμᾶν τισιν καὶ δύνασθαι καὶ κολάζειν τοὺς ἁμαρτάνοντας καὶ αὐτοῖς οὖσι κακοῖς , τῷ Κυνικῷ ἀντὶ τῶν ὅπλων καὶ τῶν δορυφόρων τὸ συνειδὸς τὴν ἐξουσίαν ταύτην παραδίδωσιν .