3.26.5 τὰ κάτω τὰ αὐτά ; οὐ θέλεις οὖν ἐκεῖ βλέπειν θαρρῶν πρὸς πᾶσαν ἀπορίαν καὶ ἔνδειαν , ὅπου καὶ τοὺς πλουσιωτάτους καὶ τὰς ἀρχὰς τὰς μεγίστας ἄρξαντας καὶ αὐτοὺς τοὺς βασιλεῖς καὶ τυράννους δεῖ κατελθεῖν , καὶ σὲ πεινῶντα , ἂν οὕτως τύχῃ , ἐκείνους δὲ διαρραγέντας ὑπὸ ἀπεψιῶν καὶ μέθης ;
3.26.6 τίνα πώποτʹ ἐπαίτην ῥᾳδίως εἶδες μὴ γέροντα ; τίνα δʹ οὐκ ἐσχατόγηρων ; ἀλλὰ ῥιγῶντες τὰς νύκτας καὶ τὰς ἡμέρας καὶ χαμαὶ ἐρριμμένοι καὶ ὅσον αὐτὸ τὸ ἀναγκαῖον σιτούμενοι ἐγγὺς ἥκουσιν τῷ μηδʹ ἀποθανεῖν δύνασθαι ,
3.26.7 σὺ δʹ ὁλόκληρος ἄνθρωπος χεῖρας ἔχων καὶ πόδας περὶ λιμοῦ δέδοικας οὕτως ; οὐκ ἀντλεῖν δύνασθαι , οὐ γράφειν , οὐ παιδαγωγεῖν , οὐ θύραν ἀλλοτρίαν φυλάττειν ; ἀλλʹ αἰσχρὸν εἰς ταύτην ἐλθεῖν τὴν ἀνάγκην . μάθε οὖν πρῶτον , τίνα τὰ αἰσχρά ἐστιν , καὶ οὕτως ἡμῖν λέγε σαυτὸν φιλόσοφον . τὸ νῦν δὲ μηδʹ ἂν ἄλλος τις εἴπῃ σε , ἀνέχου .
3.26.8 αἰσχρόν ἐστί σοι τὸ μὴ σὸν ἔργον , οὗ σὺ αἴτιος οὐκ εἶ , ἄλλως ἀπήντησέν σοι , ὡς κεφαλαλγία , ὡς πυρετός ; εἴ σου οἱ γονεῖς πένητες ἦσαν πλούσιοι μὲν ἦσαν , ἄλλους δὲ κληρονόμους ἀπέλιπον καὶ ζῶντες οὐκ ἐπαρκοῦσιν οὐδέν , σοὶ ταῦτα αἰσχρά ἐστιν ;
3.26.9 ταῦτα ἐμάνθανες παρὰ τοῖς φιλοσόφοις ; οὐδέποτε ἤκουσας , ὅτι τὸ αἰσχρὸν ψεκτόν ἐστιν , τὸ δὲ ψεκτὸν ἄξιόν ἐστι τοῦ ψέγεσθαι ; τίνα ἐπὶ τῷ μὴ αὑτοῦ ἔργῳ , αὐτὸς οὐκ ἐποίησεν ;