3.26.29 τί οὖν , ὅταν μὴ παρέχῃ τροφάς ; τί γὰρ ἄλλο ὡς ἀγαθὸς στρατηγὸς τὸ ἀνακλητικόν μοι σεσήμαγκεν ; πείθομαι , ἀκολουθῶ , ἐπευφημῶν τὸν ἡγεμόνα , ὑμνῶν αὐτοῦ τὰ ἔργα .
3.26.30 καὶ γὰρ ἦλθον , ὅτʹ ἐκείνῳ ἔδοξεν , καὶ ἄπειμι πάλιν ἐκείνῳ δοκοῦν καὶ ζῶντός μου τοῦτο τὸ ἔργον ἦν , ὑμνεῖν τὸν θεὸν καὶ αὐτὸν ἐπʹ ἐμαυτοῦ καὶ πρὸς ἕνα καὶ πρὸς πολλούς .
3.26.31 οὐ παρέχει μοι πολλά , οὐκ ἄφθονα , τρυφᾶν με οὐ θέλει οὐδὲ γὰρ τῷ Ἡρακλεῖ παρεῖχεν , τῷ υἱεῖ τῷ ἑαυτοῦ , ἀλλʹ ἄλλος ἐβασίλευεν Ἄργους καὶ Μυκηνῶν , δʹ ἐπετάσσετο καὶ ἐπόνει καὶ ἐγυμνάζετο .
3.26.32 καὶ ἦν Εὐρυσθεὺς μέν , ὃς ἦν , οὔτε Ἄργους οὔτε Μυκηνῶν βασιλεύς , ὅς γʹ οὐδʹ αὐτὸς ἑαυτοῦ , δʹ Ἡρακλῆς ἁπάσης γῆς καὶ θαλάττης ἄρχων καὶ ἡγεμὼν ἦν , καθαρτὴς ἀδικίας καὶ ἀνομίας , εἰσαγωγεὺς δὲ δικαιοσύνης καὶ ὁσιότητος · καὶ ταῦτα ἐποίει καὶ γυμνὸς καὶ μόνος .
3.26.33 δʹ Ὀδυσσεὺς ὅτε ναυαγὸς ἐξερρίφη , μή τι ἐταπείνωσεν αὐτὸν ἀπορία , μή τι ἐπέκλασεν ; ἀλλὰ πῶς ἀπῄει πρὸς τὰς παρθένους αἰτήσων τὰ ἀναγκαῖα , ὧν αἴσχιστον εἶναι δοκεῖ δεῖσθαι παρʹ ἄλλου ; ὥς τε λέων ὀρεσίτροφος . τίνι πεποιθώς ;
3.26.34 οὐ δόξῃ οὐδὲ χρήμασιν οὐδʹ ἀρχαῖς , ἀλλʹ ἀλκῇ τῇ ἑαυτοῦ , τοῦτʹ ἔστι δόγμασι περὶ τῶν ἐφʹ ἡμῖν καὶ οὐκ ἐφʹ ἡμῖν .