4.7.6 εἶτα ὑπὸ μανίας μὲν δύναταί τις οὕτως διατεθῆναι πρὸς ταῦτα καὶ ὑπὸ ἔθους οἱ Γαλιλαῖοι · ὑπὸ λόγου δὲ καὶ ἀποδείξεως οὐδεὶς δύναται μαθεῖν , ὅτι θεὸς πάντα πεποίηκεν τὰ ἐν τῷ κόσμῳ καὶ αὐτὸν τὸν κόσμον ὅλον μὲν ἀκώλυτον καὶ αὐτοτελῆ , τὰ ἐν μέρει δʹ αὐτοῦ πρὸς χρείαν τῶν ὅλων ;
4.7.7 τὰ μὲν οὖν ἄλλα πάντα ἀπήλλακται τοῦ δύνασθαι παρακολουθεῖν τῇ διοικήσει αὐτοῦ · τὸ δὲ λογικὸν ζῷον ἀφορμὰς ἔχει πρὸς ἀναλογισμὸν τούτων ἁπάντων , ὅτι τε μέρος ἐστὶ καὶ ποῖόν τι μέρος καὶ ὅτι τὰ μέρη τοῖς ὅλοις εἴκειν ἔχει καλῶς .
4.7.8 πρὸς τούτοις δὲ φύσει γενναῖον καὶ μεγαλόψυχον καὶ ἐλεύθερον γενόμενον ὁρᾷ , διότι τῶν περὶ αὐτὸ τὰ μὲν ἀκώλυτα ἔχει καὶ ἐπʹ αὐτῷ , τὰ δὲ κωλυτὰ καὶ ἐπʹ ἄλλοις · ἀκώλυτα μὲν τὰ προαιρετικά , κωλυτὰ δὲ τὰ ἀπροαίρετα . καὶ διὰ τοῦτο ,
4.7.9 ἐὰν μὲν ἐν τούτοις μόνοις ἡγήσηται τὸ ἀγαθὸν τὸ αὑτοῦ καὶ συμφέρον , τοῖς ἀκωλύτοις καὶ ἐφʹ ἑαυτῷ , ἐλεύθερον ἔσται , εὔρουν , εὔδαιμον , ἀβλαβές , μεγαλόφρον , εὐσεβές , χάριν ἔχον ὑπὲρ πάντων τῷ θεῷ , μηδαμοῦ μεμφόμενον μηδενὶ τῶν γενομένων , μηδενὶ ἐγκαλοῦν ·
4.7.10 ἂν δʹ ἐν τοῖς ἐκτὸς καὶ ἀπροαιρέτοις , ἀνάγκη κωλύεσθαι αὐτό , ἐμποδίζεσθαι , δουλεύειν τοῖς ἐκείνων ἔχουσιν ἐξουσίαν ,
4.7.11 τεθαύμακεν καὶ φοβεῖται , ἀνάγκη δʹ ἀσεβὲς εἶναι ἅτε βλάπτεσθαι οἰόμενον ὑπὸ τοῦ θεοῦ καὶ ἄνισον , ἀεὶ αὑτῷ τοῦ πλείονος περιποιητικόν , ἀνάγκη δὲ καὶ ταπεινὸν εἶναι καὶ μικροπρεπές .