4.7.2 — διὰ τί οὖν , ἂν παιδίον αὐτῷ προσαγάγῃς μετὰ τῶν δορυφόρων ὄντι , οὐ φοβεῖται ; ἢ ὅτι οὐκ αἰσθάνεται τούτων τὸ παιδίον ;
4.7.3 ἂν οὖν τῶν δορυφόρων τις αἰσθάνηται καὶ ὅτι μαχαίρας ἔχουσιν , ἐπʹ αὐτὸ δὲ τοῦτο προσέρχηται αὐτῷ θέλων ἀποθανεῖν διά τινα περίστασιν καὶ ζητῶν ὑπʹ ἄλλου παθεῖν αὐτὸ εὐκόλως , μή τι φοβεῖται τοὺς δορυφόρους ; — θέλει γὰρ τοῦτο , διʹ ὃ φοβεροί εἰσιν . —
4.7.4 ἂν οὖν τις μήτʹ ἀποθανεῖν μήτε ζῆν θέλων ἐξ ἅπαντος ἀλλʹ ὡς ἂν διδῶται , προσέρχηται αὐτῷ , τί κωλύει μὴ δεδοικότα προσέρχεσθαι αὐτόν ;
4.7.5 — οὐδέν . — ἄν τις οὖν καὶ πρὸς τὴν κτῆσιν ὡσαύτως ἔχῃ καθάπερ οὗτος πρὸς τὸ σῶμα καὶ πρὸς τὰ τέκνα καὶ τὴν γυναῖκα καὶ ἁπλῶς ὑπό τινος μανίας καὶ ἀπονοίας οὕτως ᾖν διακείμενος , ὥστʹ ἐν μηδενὶ ποιεῖσθαι τὸ ἔχειν ταῦτα ἢ μὴ ἔχειν , ἀλλʹ ὡς ὀστρακίοις τὰ παιδία παίζοντα περὶ μὲν τῆς παιδιᾶς διαφέρεται , τῶν ὀστρακίων δʹ οὐ πεφρόντικεν , οὕτως δὲ καὶ οὗτος τὰς μὲν ὕλας παρʹ οὐδὲν ᾖν πεποιημένος , τὴν παιδιὰν δὲ τὴν περὶ αὐτὰς καὶ ἀναστροφὴν ἀσπάζηται · ποῖος ἔτι τούτῳ τύραννος φοβερὸς ἢ ποῖοι δορυφόροι ἢ ποῖαι μάχαιραι αὐτῶν ;