4.11.9 δεῖ δέ τι ἐοικὸς τούτῳ καὶ ἐπὶ σώματος φιλοτεχνεῖν κατὰ τὸ ἐνδεχόμενον . ἀμήχανον ἦν μύξας μὴ ῥεῖν τοῦ ἀνθρώπου τοιοῦτον ἔχοντος τὸ σύγκραμα · διὰ τοῦτο χεῖρας ἐποίησεν φύσις καὶ αὐτὰς τὰς ῥῖνας ὡς σωλῆνας πρὸς τὸ ἐκδιδόναι τὰ ὑγρά . ἂν οὖν ἀναρροφῇ τις αὐτάς , λέγω ὅτι οὐ ποιεῖ ἔργον ἀνθρωπικόν .
4.11.10 ἀμήχανον ἦν μὴ πηλοῦσθαι τοὺς πόδας μηδὲ ὅλως μολύνεσθαι διὰ τοιούτων τινῶν πορευομένους · διὰ τοῦτο ὕδωρ παρεσκεύασεν , διὰ τοῦτο χεῖρας .
4.11.11 ἀμήχανον ἦν ἀπὸ τοῦ τρώγειν μὴ ῥυπαρόν τι προσμένειν τοῖς ὀδοῦσι · διὰ τοῦτο πλῦνον , φησίν , τοὺς ὀδόντας . διὰ τί ; ἵνʹ ἄνθρωπος ᾖς καὶ μὴ θηρίον μηδὲ συίδιον .
4.11.12 ἀμήχανον μὴ ἀπὸ τοῦ ἱδρῶτος καὶ τῆς κατὰ τὴν ἐσθῆτα συνοχῆς ὑπολείπεσθαί τι περὶ τὸ σῶμα ῥυπαρὸν καὶ δεόμενον ἀποκαθάρσεως · διὰ τοῦτο ὕδωρ , ἔλαιον , χεῖρες , ὀθόνιον , ξύστρα , νίτρον , ἔσθʹ ὅθʹ ἄλλη πᾶσα παρασκευὴ πρὸς τὸ καθῆραι αὐτό .
4.11.13 οὔ · ἀλλʹ μὲν χαλκεὺς ὡς χαλκεὺς ἐξιώσει τὸ σιδήριον καὶ ὄργανα πρὸς τοῦτο ἕξει κατεσκευασμένα καὶ τὸ πινάκιον αὐτὸς σὺ πλυνεῖς , ὅταν μέλλῃς ἐσθίειν , ἐὰν μὴ ᾖς παντελῶς ἀκάθαρτος καὶ ῥυπαρός · τὸ σωμάτιον δʹ οὐ πλυνεῖς οὐδὲ καθαρὸν ποιήσεις ;
4.11.14 διὰ τί ; φησίν . πάλιν ἐρῶ σοι · πρῶτον μὲν ἵνα τὰ ἀνθρώπου ποιῇς , εἶτα ἵνα μὴ ἀνιᾷς τοὺς ἐντυγχάνοντας .