4.11.2 ὅταν οὖν ἄλλο τι ζῷον ἴδωμεν ἀποκαθαῖρον ἑαυτό , ἐπιλέγειν εἰώθαμεν θαυμάζοντες ὅτι ὡς ἄνθρωπος . καὶ πάλιν ἄν τις ἐγκαλῇ τινι ζῴῳ , εὐθὺς εἰώθαμεν ὥσπερ ἀπολογούμενοι λέγειν ὅτι οὐ δήπου ἄνθρωπός ἐστιν .
4.11.3 οὕτως ἐξαίρετόν τι περὶ τὸν ἄνθρωπον εἶναι οἰόμεθα ἀπὸ τῶν θεῶν αὐτὸ πρῶτον λαμβάνοντες . ἐπεὶ γὰρ ἐκεῖνοι φύσει καθαροὶ καὶ ἀκήρατοι , ἐφʹ ὅσον ἠγγίκασιν αὐτοῖς οἱ ἄνθρωποι κατὰ τὸν λόγον , ἐπὶ τοσοῦτον καὶ τοῦ καθαροῦ καὶ τοῦ καθαρίου εἰσὶν ἀνθεκτικοί .
4.11.4 ἐπεὶ δʹ ἀμήχανον τὴν οὐσίαν αὐτῶν παντάπασιν εἶναι καθαρὰν ἐκ τοιαύτης ὕλης κεκραμένην , λόγος παραληφθεὶς εἰς τὸ ἐνδεχόμενον ταύτην καθάριον ἀποτελεῖν πειρᾶται .
4.11.5 πρώτη οὖν καὶ ἀνωτάτω καθαρότης ἐν ψυχῇ γενομένη καὶ ὁμοίως ἀκαθαρσία . ψυχῆς δʹ ὡς σώματος μὲν ἀκαθαρσίαν οὐκ ἂν εὕροις , ὡς ψυχῆς δὲ τί ἂν ἄλλο εὕροις τὸ παρέχον αὐτὴν ῥυπαρὰν πρὸς τὰ ἔργα τὰ αὑτῆς ;
4.11.6 ἔργα δὲ ψυχῆς ὁρμᾶν , ἀφορμᾶν , ὀρέγεσθαι , ἐκκλίνειν , παρασκευάζεσθαι , ἐπιβάλλεσθαι , συγκατατίθεσθαι .
4.11.7 τί ποτʹ οὖν ἐστι τὸ ἐν τούτοις τοῖς ἔργοις ῥυπαρὰν παρέχον αὐτὴν καὶ ἀκάθαρτον ; οὐδὲν ἄλλο τὰ μοχθηρὰ κρίματα αὐτῆς .
4.11.8 ὥστε ψυχῆς μὲν ἀκαθαρσία δόγματα πονηρά , κάθαρσις δʹ ἐμποίησις οἵων δεῖ δογμάτων . καθαρὰ δʹ ἔχουσα οἷα δεῖ δόγματα · μόνη γὰρ αὕτη ἐν τοῖς ἔργοις τοῖς αὑτῆς ἀσύγχυτος καὶ ἀμόλυντος .