1.5 εὐθὺς οὖν πάσῃ φαντασίᾳ τραχείᾳ μελέτα ἐπιλέγειν ὅτι φαντασία εἶ καὶ οὐ πάντως τὸ φαινόμενον . ἔπειτα ἐξέταζε αὐτὴν καὶ δοκίμαζε τοῖς κανόσι τούτοις οἷς ἔχεις , πρώτῳ δὲ τούτῳ καὶ μάλιστα , πότερον περὶ τὰ ἐφʹ ἡμῖν ἐστιν περὶ τὰ οὐκ ἐφʹ ἡμῖν · κἂν περί τι τῶν οὐκ ἐφʹ ἡμῖν , πρόχειρον ἔστω τὸ διότι οὐδὲν πρὸς ἐμέ