22.1 εἰ φιλοσοφίας ἐπιθυμεῖς , παρασκευάζου αὐτόθεν ὡς καταγελασθησόμενος , ὡς καταμωκησομένων σου πολλῶν , ὡς ἐρούντων ὅτι ἄφνω φιλόσοφος ἡμῖν ἐπανελήλυθε καὶ πόθεν ἡμῖν αὕτη ὀφρύς ; σὺ δὲ ὀφρὺν μὲν μὴ σχῇς · τῶν δὲ βελτίστων σοι φαινομένων οὕτως ἔχου , ὡς ὑπὸ τοῦ θεοῦ τεταγμένος εἰς ταύτην τὴν χώραν · μέμνησό τε διότι , ἐὰν μὲν ἐμμείνῃς τοῖς αὐτοῖς , οἱ καταγελῶντές σου τὸ πρότερον οὗτοί σε ὕστερον θαυμάσονται , ἐὰν δὲ ἡττηθῇς αὐτῶν , διπλοῦν προσλήψῃ καταγέλωτα .