31.4 ἔνθεν καὶ πατὴρ ὑπὸ υἱοῦ λοιδορεῖται , ὅταν τῶν δοκούντων ἀγαθῶν εἶναι τῷ παιδὶ μὴ μεταδιδῷ · καὶ Πολυνείκην καὶ Ἐτεοκλέα τοῦτʹ ἐποίησε πολεμίους ἀλλήλοις τὸ ἀγαθὸν οἴεσθαι τὴν τυραννίδα . διὰ τοῦτο καὶ γεωργὸς λοιδορεῖ τοὺς θεούς , διὰ τοῦτο ναύτης , διὰ τοῦτο ἔμπορος , διὰ τοῦτο οἱ τὰς γυναῖκας καὶ τὰ τέκνα ἀπολλύντες . ὅπου γὰρ τὸ συμφέρον , ἐπεῖ καὶ τὸ εὐσεβές . ὥστε , ὅστις ἐπιμελεῖται τοῦ ὀρέγεσθαι ὡς δεῖ καὶ ἐκκλίνειν , ἐν τῷ αὐτῷ καὶ εὐσεβείας ἐπιμελεῖται .
31.5 σπένδειν δὲ καὶ θύειν καὶ ἀπάρχεσθαι κατὰ τὰ πάτρια ἑκάστοτε προσήκει καθαρῶς καὶ μὴ ἐπισεσυρμένως μηδὲ ἀμελῶς μηδέ γε γλίσχρως μηδὲ ὑπὲρ δύναμιν .