33.14 ἐν ταῖς ὁμιλίαις ἀπέστω τὸ ἑαυτοῦ τινων ἔργων κινδύνων ἐπὶ πολὺ καὶ ἀμέτρως μεμνῆσθαι . οὐ γάρ , ὡς σοὶ ἡδύ ἐστι τὸ τῶν σῶν κινδύνων μεμνῆσθαι , οὕτω καὶ τοῖς ἄλλοις ἡδύ ἐστι τὸ τῶν σοὶ συμβεβηκότων ἀκούειν .
33.15 ἀπέστω δὲ καὶ τὸ γέλωτα κινεῖν · ὀλισθηρὸς γὰρ τρόπος εἰς ἰδιωτισμὸν καὶ ἅμα ἱκανὸς τὴν αἰδῶ τὴν πρὸς σὲ τῶν πλησίον ἀνιέναι .
33.16 ἐπισφαλὲς δὲ καὶ τὸ εἰς αἰσχρολογίαν προελθεῖν . ὅταν οὖν τι συμβῇ τοιοῦτον , ἂν μὲν εὔκαιρον , καὶ ἐπίπληξον τῷ προελθόντι · εἰ δὲ μή , τῷ γε ἀποσιωπῆσαι καὶ ἐρυθριᾶσαι καὶ σκυθρωπάσαι δῆλος γίνου δυσχεραίνων τῷ λόγῳ .