34.1 ὅταν ἡδονῆς τινος φαντασίαν λάβῃς , καθάπερ ἐπὶ τῶν ἄλλων , φύλασσε σαυτόν , μὴ συναρπασθῇς ὑπʹ αὐτῆς · ἀλλʹ ἐκδεξάσθω σε τὸ πρᾶγμα , καὶ ἀναβολήν τινα παρὰ σεαυτοῦ λάβε . ἔπειτα μνήσθητι ἀμφοτέρων τῶν χρόνων , καθʹ ὅν τε ἀπολαύσεις τῆς ἡδονῆς , καὶ καθʹ ὃν ἀπολαύσας ὕστερον μετανοήσεις καὶ αὐτὸς σεαυτῷ λοιδορήσῃ · καὶ τούτοις ἀντίθες ὅπως ἀποσχόμενος χαιρήσεις καὶ ἐπαινέσεις αὐτὸς σεαυτόν . ἐὰν δέ σοι καιρὸς φανῇ ἅψασθαι τοῦ ἔργου , πρόσεχε , μὴ ἡττήσῃ σε τὸ προσηνὲς αὐτοῦ καὶ ἡδὺ καὶ ἐπαγωγόν · ἀλλʹ ἀντιτίθει , πόσῳ ἄμεινον τὸ συνειδέναι σεαυτῷ ταύτην τὴν νίκην νενικηκότι .