38.1 ἐν τῷ περιπατεῖν καθάπερ προσέχεις , μὴ ἐπιβῇς ἥλῳ στρέψῃς τὸν πόδα σου , οὕτω πρόσεχε , μὴ καὶ τὸ ἡγεμονικὸν βλάψῃς τὸ σεαυτοῦ . καὶ τοῦτο ἐὰν ἐφʹ ἑκάστου ἔργου παραφυλάσσωμεν , ἀσφαλέστερον ἁψόμεθα τοῦ ἔργου .