3.1 οὐ μὴν ἀλλὰ Φιλίππῳ μὲν , μετὰ τὸ φάσμα πέμψαντι Χαίρωνα τὸν Μεγαλοπολίτην εἰς Δελφοὺς , χρησμὸν κομισθῆναι λέγουσι παρὰ τοῦ θεοῦ κελεύοντος Ἄμμωνι θύειν καὶ σέβεσθαι μάλιστα τοῦτον τὸν θεόν ἀποβαλεῖν δὲ τῶν ὄψεων αὐτὸν τὴν ἑτέραν , ἣν τῷ τῆς θύρας ἁρμῷ προσβαλών κατώπτευσεν ἐν μορφῇ δράκοντος συνευναζόμενον τῇ γυναικὶ τὸν θεόν .
3.2 ἡ δὲ Ὀλυμπιάς , ὡς Ἐρατοσθένης φησί , προπέμπουσα τὸν Ἀλέξανδρον ἐπὶ τὴν στρατείαν , καὶ φράσασα μόνῳ τὸ περὶ τὴν τέκνωσιν ἀπόρρητον , ἐκέλευεν ἄξια φρονεῖν τῆς γενέσεως , ἕτεροι δέ φασιν αὐτὴν ἀφοσιοῦσθαι καὶ λέγειν ʹ οὐ παύσεταί με διαβάλλων Ἀλέξανδρος πρὸς τὴν Ἥραν ; ʹ
3.3 ἐγεννήθη δ’ οὖν Ἀλέξανδρος ἱσταμένου μηνὸς Ἑκατομβαιῶνος , ὃν Μακεδόνες Λῷον καλοῦσιν , ἕκτῃ , καθ’ ἣν ἡμέραν ὁ τῆς Ἐφεσίας Ἀρτέμιδος ἐνεπρήσθη νεώς ᾧ γ’ Ἡγησίας ὁ Μάγνης ἐπιπεφώνηκεν ἐπιφώνημα κατασβέσαι τὴν πυρκαϊὰν ἐκείνην ὑπὸ ψυχρίας δυνάμενον εἰκότως γὰρ ἔφη καταφλεχθῆναι τὸν νεών τῆς Ἀρτέμιδος ἀσχολουμένης περὶ τὴν Ἀλεξάνδρου μαίωσιν .
3.4 ὅσοι δὲ τῶν μάγων ἐν Ἐφέσῳ διατρίβοντες ἔτυχον , τὸ περὶ τὸν νεών πάθος ἡγούμενοι πάθους ἑτέρου σημεῖον εἶναι , διέθεον τὰ πρόσωπα τυπτόμενοι καὶ βοῶντες ἄτην ἅμα καὶ συμφορὰν μεγάλην τῇ Ἀσίᾳ τὴν ἡμέραν ἐκείνην τετοκέναι . Φιλίππῳ δὲ ἄρτι Ποτείδαιαν ᾑρηκότι τρεῖς ἧκον ἀγγελίαι κατὰ τὸν αὐτὸν χρόνον ·
3.5 ἡ μὲν Ἰλλυριοὺς ἡττᾶσθαι μάχῃ μεγάλῃ διὰ Παρμενίωνος , ἡ δὲ Ὀλυμπίασιν ἵππῳ κέλητι νενικηκέναι , τρίτη δὲ περὶ τῆς Ἀλεξάνδρου γενέσεως , ἐφ’ οἷς ἡδόμενον , ὡς εἰκὸς , ἔτι μᾶλλον οἱ μάντεις ἐπῆραν ἀποφαινόμενοι τὸν παῖδα τρισὶ νίκαις συγγεγεννημένον ἀνίκητον ἔσεσθαι .