4.1 τὴν μὲν οὖν ἰδέαν τοῦ σώματος οἱ Λυσίππειοι μάλιστα τῶν ἀνδριάντων ἐμφαίνουσιν , ὑφ’ οὗ μόνου καὶ αὐτὸς ἠξίου πλάττεσθαι . καὶ γὰρ μάλισθ’ ἃ πολλοὶ τῶν διαδόχων ὕστερον καὶ τῶν φίλων ἀπεμιμοῦντο , τήν τε ἀνάτασιν τοῦ αὐχένος εἰς εὐώνυμον ἡσυχῇ κεκλιμένου καὶ Τὴν ὑγρότητα τῶν ὀμμάτων , διατετήρηκεν ἀκριβῶς ὁ τεχνίτης .
4.2 Ἀπελλῆς δὲ γράφων τὸν κεραυνοφόρον οὐκ ἐμιμήσατο Τὴν χρόαν , ἀλλὰ φαιότερον καὶ πεπινωμένον ἐποίησεν . ἦν δὲ λευκός , ὥς φασιν ἡ δὲ λευκότης ἐπεφοίνισσεν αὐτοῦ περὶ τὸ στῆθος μάλιστα καὶ τὸ πρόσωπον , ὅτι δὲ τοῦ χρωτὸς ἥδιστον ἀπέπνει καὶ τὸ στόμα κατεῖχεν εὐωδία καὶ Τὴν σάρκα πᾶσαν , ὥστε πληροῦσθαι τοὺς χιτωνίσκους , ἀνέγνωμεν ἐν ὑπομνήμασιν Ἀριστοξενείοις .
4.3 αἰτία δὲ ἴσως ἡ τοῦ σώματος κρᾶσις πολύθερμος οὖσα καὶ πυρώδης · ἡ γὰρ εὐωδία γίνεται πέψει τῶν ὑγρῶν ὑπὸ θερμότητος , ὡς οἴεται Θεόφραστος , ὅθεν οἱ ξηροὶ καὶ διάπυροι τόποι τῆς οἰκουμένης τὰ πλεῖστα καὶ κάλλιστα τῶν ἀρωμάτων φέρουσιν ἐξαιρεῖ γὰρ ὁ ἥλιος τὸ ὑγρόν ὥσπερ ὕλην σηπεδόνος ἐπιπολάζον τοῖς σώμασιν .
4.4 Ἀλέξανδρον δὲ ἡ θερμότης τοῦ σώματος , ὡς ἔοικε , καὶ ποτικὸν καὶ θυμοειδῆ παρεῖχεν . ἔτι δὲ ὄντος αὐτοῦ παιδὸς ἥ τε σωφροσύνη διεφαίνετο τῷ πρὸς τἆλλα ῥαγδαῖον ὄντα καὶ φερόμενον σφοδρῶς ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὸ σῶμα δυσκίνητον εἶναι καὶ μετά πολλῆς πρᾳότητος ἅπτεσθαι τῶν τοιούτων ,
4.5 ἥ τε φιλοτιμία παρ’ ἡλικίαν ἐμβριθὲς εἶχε τὸ φρόνημα καὶ μεγαλόψυχον . οὔτε γὰρ ἀπὸ παντὸς οὔτε πᾶσαν ἠγάπα δόξαν , ὡς Φίλιππος λόγου τε δεινότητι σοφιστικῶς καλλωπιζόμενος καὶ τὰς ἐν