Αὐτουργός
77 εἴ τοι δοκεῖ σοι , στεῖχε · καὶ γὰρ οὐ πρόσω
78 πηγαὶ μελάθρων τῶνδ’ . ἐγὼ δ’ ἅμ’ ἡμέρᾳ
79 βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας .
80 ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα
81 βίον δύναιτ’ ἂν ξυλλέγειν ἄνευ πόνου .