Πολυμήστωρ
976 καὶ θαῦμά γ’ οὐδέν . ἀλλὰ τίς χρεία σ’ ἐμοῦ ;
977 τί χρῆμ’ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα ·
Ἑκάβη
978 ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι
979 καὶ παῖδας εἰπεῖν σούς · ὀπάονας δέ μοι
980 χωρὶς κέλευσον τῶνδ’ ἀποστῆναι δόμων .
Πολυμήστωρ
981 χωρεῖτ’ · ἐν ἀσφαλεῖ γὰρ ἥδ’ ἐρημία .
982 φίλη μὲν εἶ σύ , προσφιλὲς δέ μοι τόδε
983 στράτευμ’ Ἀχαιῶν . ἀλλὰ σημαίνειν σὲ χρῆν ·
984 τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ
985 φίλοις ἐπαρκεῖν ; ὡς ἕτοιμός εἰμ’ ἐγώ .
Ἑκάβη
986 πρῶτον μὲν εἰπὲ παῖδ’ ὃν ἐξ ἐμῆς χερὸς
987 Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις ,
988 εἰ ζῇ · τὰ δ’ ἄλλα δεύτερόν σ’ ἐρήσομαι .
Πολυμήστωρ
989 μάλιστα · τοὐκείνου μὲν εὐτυχεῖς μέρος .
Ἑκάβη
990 φίλταθ’ , ὡς εὖ κἀξίως λέγεις σέθεν .
Πολυμήστωρ
991 τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ ;
Ἑκάβη
992 εἰ τῆς τεκούσης τῆσδε [ ... ] μέμνηταί τί μου ;
Πολυμήστωρ
993 καὶ δεῦρό γ’ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν .
Ἑκάβη
994 χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων ;
Πολυμήστωρ
995 σῶς , ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος .
Ἑκάβη
996 σῶσόν νυν αὐτὸν μηδ’ ἔρα τῶν πλησίον .