Κῆρυξ
274 στείχω · μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη .
275 ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν
276 πάγχαλκον αἰχμὴν δεῦρο . μυρίοι δέ με
277 μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τ’ ἄναξ
278 αὐτὸς στρατηγῶν · Ἀλκάθου δ’ ἐπ’ ἐσχάτοις
279 καραδοκῶν τἀνθένδε τέρμασιν μένει .
280 λαμπρὸς δ’ ἀκούσας σὴν ὕβριν φανήσεται
281 σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς ·
282 μάτην γὰρ ἥβην ὧδέ γ’ ἂν κεκτῄμεθα
283 πολλὴν ἐν Ἄργει , μή σε τιμωρούμενοι .
Δημοφῶν
284 φθείρου · τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικ’ ἐγώ .
285 ἐνθένδε δ’ οὐκ ἔμελλες αἰσχύνας ἐμὲ
286 ἄξειν βίᾳ τούσδ’ · οὐ γὰρ Ἀργείων πόλει
287 ὑπήκοον τήνδ’ ἀλλ’ ἐλευθέραν ἔχω .
Χορός
288 ὥρα προνοεῖν , πρὶν ὅροις πελάσαι
289 στρατὸν Ἀργείων ·
290 μάλα δ’ ὀξὺς Ἄρης Μυκηναίων ,
291 ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτ’ πρίν .
292 πᾶσι γὰρ οὗτος κήρυξι νόμος ,
293 δὶς τόσα πυργοῦν τῶν γιγνομένων
294 πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς ,
295 ὡς δείν’ ἔπαθεν καὶ παρὰ μικρὸν
296 ψυχὴν ἦλθεν διακναῖσαι ;