Ἡρακλῆς
606 δράσω τάδ’ · εὖ γὰρ εἶπας · εἶμ’ ἔσω δόμων .
607 χρόνῳ δ’ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν
608 Ἅιδου Κόρης { τ’ } ἔνερθεν , οὐκ ἀτιμάσω
609 θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας .
Ἀμφιτρύων
610 ἦλθες γὰρ ὄντως δώματ’ εἰς Ἅιδου , τέκνον ;
Ἡρακλῆς
611 καὶ θῆρά γ’ ἐς φῶς τὸν τρίκρανον ἤγαγον .
Ἀμφιτρύων
612 μάχῃ κρατήσας θεᾶς δωρήμασιν ;
Ἡρακλῆς
613 μάχῃ · τὰ μυστῶν δ’ ὄργι’ εὐτύχησ’ ἰδών .
Ἀμφιτρύων
614 καὶ κατ’ οἴκους ἐστὶν Εὐρυσθέως θήρ ;
Ἡρακλῆς
615 Χθονίας νιν ἄλσος Ἑρμιών τ’ ἔχει πόλις .
Ἀμφιτρύων
616 οὐδ’ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ’ ἄνω ;
Ἡρακλῆς
617 οὐκ οἶδ’ · ἵν’ ἐλθὼν τἀνθάδ’ εἰδείην πάρος .
Ἀμφιτρύων
618 χρόνον δὲ πῶς τοσοῦτον ἦσθ’ ὑπὸ χθονί ;
Ἡρακλῆς
619 Θησέα κομίζων ἐχρόνισ’ { ἐξ } Ἅιδου , πάτερ .
Ἀμφιτρύων
620 καὶ ποῦ ’στιν ; γῆς πατρίδος οἴχεται πέδον ;