Χορός
648 καλῶς ἔλεξας , εἴπερ οὓς ἐγὼ φιλῶ
649 ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις .
Ξοῦθος
650 παῦσαι λόγων τῶνδ’ , εὐτυχεῖν δ’ ἐπίστασο ·
651 θέλω γὰρ οὗπέρ σ’ ηὗρον ἄρξασθαι , τέκνον ,
652 κοινῆς τραπέζης , δαῖτα πρὸς κοινὴν πεσών ,
653 θῦσαί θ’ σου πρὶν γενέθλι’ οὐκ ἐθύσαμεν .
654 καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σ’ ἐφέστιον
655 δείπνοισι τέρψω , τῆς δ’ Ἀθηναίων χθονὸς
656 ἄξω θεατὴν δῆθεν , ὡς οὐκ ὄντ’ ἐμόν .
657 καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι
658 λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν .
659 χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι
660 δάμαρτ’ ἐᾶν σε σκῆπτρα τἄμ’ ἔχειν χθονός .
661 Ἴωνα δ’ ὀνομάζω σε τῇ τύχῃ πρέπον ,
662 ὁθούνεκ’ ἀδύτων ἐξιόντι μοι θεοῦ
663 ἴχνος συνῆψας πρῶτος . ἀλλὰ τῶν φίλων
664 πλήρωμ’ ἀθροίσας βουθύτῳ σὺν ἡδονῇ
665 πρόσειπε , μέλλων Δελφίδ’ ἐκλιπεῖν πόλιν .
666 ὑμῖν δὲ σιγᾶν , δμωΐδες , λέγω τάδε ,
667 θάνατον εἰπούσαισι πρὸς δάμαρτ’ ἐμήν .