Ἰάσων
929 τί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις ;
Μήδεια
930 ἔτικτον αὐτούς · ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα ,
931 ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε .
932 ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους ,
933 τὰ μὲν λέλεκται , τῶν δ’ ἐγὼ μνησθήσομαι .
934 ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ
935 κἀμοὶ τάδ’ ἐστὶ λῷστα , γιγνώσκω καλῶς ,
936 μήτ’ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς
937 ναίειν · δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις
938 ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαίρομεν φυγῇ ,
939 παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί ,
940 αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα .
Ἰάσων
941 οὐκ οἶδ’ ἂν εἰ πείσαιμι , πειρᾶσθαι δὲ χρή .
Μήδεια
942 σὺ δ’ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸς
943 γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα .
Ἰάσων
944 μάλιστα , καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ .