Χορός
1081 πολλάκις ἤδη
1082 διὰ λεπτοτέρων μύθων ἔμολον
1083 καὶ πρὸς ἁμίλλας ἦλθον μείζους
1084 χρὴ γενεὰν θῆλυν ἐρευνᾶν ·
1085 ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν ,
1086 προσομιλεῖ σοφίας ἕνεκεν ·
1087 πάσαισι μὲν οὔ · παῦρον { δὲ δὴ }
1088 { γένος ἐν πολλαῖς εὕροις ἂν ἴσως }
1089 κοὐκ ἀπόμουσον τὸ γυναικῶν .
1090 καί φημι βροτῶν οἵτινές εἰσιν
1091 πάμπαν ἄπειροι μηδ’ ἐφύτευσαν
1092 παῖδας , προφέρειν εἰς εὐτυχίαν
1093 τῶν γειναμένων .
1094 οἱ μὲν ἄτεκνοι δι’ ἀπειροσύνην
1095 εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν
1096 παῖδες τελέθουσ’ οὐχὶ τυχόντες
1097 πολλῶν μόχθων ἀπέχονται ·
1098 οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις
1099 γλυκερὸν { βλάστημ’ , ὁρῶ } μελέτῃ
1100 κατατρυχομένους τὸν ἅπαντα χρόνον ,
1101 πρῶτον μὲν ὅπως θρέψουσι καλῶς
1102 βίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις ·
1103 ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροις
1104 εἴτ’ ἐπὶ χρηστοῖς
1104a μοχθοῦσι , τόδ’ ἐστὶν ἄδηλον .
1105 ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη
1106 πᾶσιν κατερῶ θνητοῖσι κακόν ·
1107 καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρον
1108 σῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνων
1109 χρηστοί τ’ ἐγένοντ’ · εἰ δὲ κυρήσαι
1110 δαίμων οὕτως , φροῦδος ἐς Ἅιδην
1111 θάνατος προφέρων σώματα τέκνων .
1112 πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις
1113 τήνδ’ ἔτι λύπην ἀνιαροτάτην
1114 παίδων ἕνεκεν
1115 θνητοῖσι θεοὺς ἐπιβάλλειν ;