Κρέων
735 μὴ δῆτα · βουλεύου δ’ , ἐπείπερ εἶ σοφός .
Ἐτεοκλῆς
736 τίς οὖν πρόνοια γίγνεται σοφωτέρα ;
Κρέων
737 ἕπτ’ ἄνδρας αὐτοῖς φασιν , ὡς ἤκουσ’ ἐγώ
Ἐτεοκλῆς
738 τί προστετάχθαι δρᾶν ; τὸ γὰρ σθένος βραχύ .
Κρέων
739 { λόχων ἀνάσσειν } ἑπτὰ προσκεῖσθαι πύλαις .
Ἐτεοκλῆς
740 τί δῆτα δρῶμεν ; ἀπορίαν γὰρ οὐ μενῶ .
Κρέων
741 ἕπτ’ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ .
Ἐτεοκλῆς
742 λόχων ἀνάσσειν μονοστόλου δορός ;
Κρέων
743 λόχων , προκρίνας οἵπερ ἀλκιμώτατοι .
Ἐτεοκλῆς
744 ξυνῆκ’ · ἀμύνειν τειχέων προσαμβάσεις .
Κρέων
745 καὶ ξυστρατήγους { γ’ } · εἷς δ’ ἀνὴρ οὐ πάνθ’ ὁρᾷ .
Ἐτεοκλῆς
746 θάρσει προκρίνας φρενῶν εὐβουλίᾳ ;
Κρέων
747 ἀμφότερον · ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον .