Τειρεσίας
852 κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο
853 δεῦρ’ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας ·
854 κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός ,
855 οὗ καλλινίκους Κεκροπίδας ἔθηκ’ ἐγώ ·
856 καὶ τόνδε χρυσοῦν στέφανον , ὡς ὁρᾷς , ἔχω
857 λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων .
Κρέων
858 οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη ·
859 ἐν γὰρ κλύδωνι κείμεθ’ , ὥσπερ οἶσθα σύ ,
860 δορὸς Δαναϊδῶν , καὶ μέγας Θήβαις ἀγών .
861 βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις
862 ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα ·
863 ἐμοὶ δ’ ἐπέσταλκ’ ἐκμαθεῖν σέθεν πάρα ,
864 τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν .