Χορός
454 ἰὼ ἰώ .
455 φίλα θροεῖς , φίλος Διόθεν εἶ · μόνον
456 φθόνον ἄμαχον ὕπατος
457 Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν .
459 τὸ δὲ νάιον Ἀργόθεν δόρυ
460 οὔτε πρίν τιν’ οὔτε νῦν
461 ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω . πῶς μοι
462 Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο ,
463 πῶς δ’ Αἴας ὑπομεῖναι ;
464 εἰ γὰρ ἐγὼ τόδ’ ἦμαρ εἰσίδοιμ’ , ἄναξ ,
465 ὅτῳ πολυφόνου
466 χειρὸς { ἀποινάσαιο } λόγχᾳ .
Ῥῆσος
467 τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας
468 πρᾶξαι παρέξω σὺν δ’ Ἀδραστείᾳ λέγω
469 ἐπειδἂν ἐχθρῶν τήνδ’ ἐλευθέραν πόλιν
470 θῶμεν θεοῖσί τ’ ἀκροθίνι’ ἐξέλῃς ,
471 ξὺν σοὶ στρατεύειν γῆν ἐπ’ Ἀργείων θέλω
472 καὶ πᾶσαν ἐλθὼν Ἑλλάδ’ ἐκπέρσαι δορί ,
473 ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς .
Ἕκτωρ
474 εἰ τοῦ παρόντος τοῦδ’ ἀπαλλαχθεὶς κακοῦ
475 πόλιν νεμοίμην ὡς τὸ πρίν ποτ’ ἀσφαλῆ ,
476 κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν .
477 τὰ δ’ ἀμφί τ’ Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος
478 οὐχ ὧδε πορθεῖν ῥᾴδι’ , ὡς λέγεις , δορί .
Ῥῆσος
479 οὐ τούσδ’ ἀριστέας φασὶν Ἑλλήνων μολεῖν ;
Ἕκτωρ
480 κοὐ μεμφόμεσθά γ’ , ἀλλ’ ἄδην ἐλαύνομεν .