Πυλάδης
674 αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος ·
675 κοινῇ τ’ ἔπλευσα [ ... ] δεῖ με καὶ κοινῇ θανεῖν .
676 καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι
677 Ἄργει τε Φωκέων τ’ ἐν πολυπτύχῳ χθονί ,
678 δόξω δὲ τοῖς πολλοῖσι πολλοὶ γὰρ κακοί
679 προδοὺς σεσῷσθαί σ’ αὐτὸς εἰς οἴκους μόνος
680 καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασι
681 ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν ,
682 ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν .
683 ταῦτ’ οὖν φοβοῦμαι καὶ δι’ αἰσχύνης ἔχω ,
684 κοὐκ ἔσθ’ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι
685 καὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας ,
686 φίλον γεγῶτα καὶ φοβούμενον ψόγον .