278 ὣς ἄρ’ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων
279 ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα ,
280 μάκρ’ ἀποσυρίζων , ἅλιον τὸν μῦθον ἀκούων .
281 τὸν δ’ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων ·
282 πέπον , ἠπεροπευτά , δολοφραδές , σε μάλ’ οἴω
283 πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας
284 ἔννυχον οὐχ ἕνα μοῦνον ἐπ’ οὔδεϊ φῶτα καθίσσαι ,
285 σκευάζοντα κατ’ οἶκον ἄτερ ψόφου , οἷ’ ἀγορεύεις ·
286 πολλοὺς δ’ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας
287 οὔρεος ἐν βήσσῃς , ὁπότ’ ἄν κρειῶν ἐρατίζων
288 ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν .
289 ἀλλ’ ἄγε , μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς ,
290 ἐκ λίκνου κατάβαινε , μελαίνης νυκτὸς ἑταῖρε .
291 τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετ’ ἀθανάτοις γέρας ἕξεις .
292 ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα .
293 ὣς ἄρ’ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων .
294 σὺν δ’ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης
295 οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί ,
296 τλήμονα γαστρὸς ἔριθον , ἀτάσθαλον ἀγγελιώτην .
297 ἐσσυμένως δὲ μετ’ αὐτὸν ἐπέπταρε · τοῖο δ’ Ἀπόλλων
298 ἔκλυεν , ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν .
299 ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο
300 Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε ·
301 " θάρσει , σπαργανιῶτα , Διὸς καὶ Μαιάδος υἱέ ·
302 εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα
303 τούτοις οἰωνοῖσι · σὺ δ’ αὖθ’ ὁδὸν ἡγεμονεύσεις . "
304 ὣς φάθ’ · δ’ αὖτ’ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς ,
305 σπουδῇ ἰών · ἄμφω δὲ παρ’ οὔατα χερσὶν ἐώθει
306 σπάργανον ἀμφ’ ὤμοισιν ἐελμένος , εἶπε δὲ μῦθον ·
307 πῆ με φέρεις , Ἑκάεργε , θεῶν ζαμενέστατε πάντων ;