308 με βοῶν ἕνεχ’ ὧδε χολούμενος ὀρσολοπεύεις ;
309 πόποι , εἴθ’ ἀπόλοιτο βοῶν γένος · οὐ γὰρ ἐγώ γε
310 ὑμετέρας ἔκλεψα βόας οὐδ’ ἄλλον ὄπωπα ,
311 αἵτινες αἱ βόες εἰσί · τὸ δὲ κλέος οἶον ἀκούω .
312 δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι .
313 αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον
314 Ἑρμῆς τ’ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός ,
315 ἀμφὶς θυμὸν ἔχοντες . μὲν νημερτέα φωνὴν
316 [ ... ] οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν ,
317 αὐτὰρ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν
318 ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον .
319 αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν ,
320 ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε
321 πρόσθεν , ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός .
322 αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο
323 ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα ·
324 κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα .
325 οὐμιλίη δ’ ἔχ’ Ὄλυμπον ἀγάννιφον , ἀθάνατοι δὲ
326 ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ .
327 ἔστησαν δ’ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων
328 πρόσθε Διὸς γούνων · δ’ ἀνείρετο φαίδιμον υἱὸν
329 Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε ·
330 φοῖβε , πόθεν ταύτην μενοεικέα ληίδ’ ἐλαύνεις ,
331 παῖδα νέον γεγαῶτα , φυὴν κήρυκος ἔχοντα ;
332 σπουδαῖον τόδε χρῆμα θεῶν μεθ’ ὁμήγυριν ἦλθε .
333 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων ·
334 " πάτερ , τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν ,
335 κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι .
336 παῖδά τιν’ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν
337 Κυλλήνης ἐν ὄρεσσι , πολὺν διὰ χῶρον ἀνύσσας ,
338 κέρτομον , οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα