339 οὐδ’ ἀνδρῶν , ὁπόσοι λησίμβροτοί εἰσ’ ἐπὶ γαίῃ .
340 κλέψας δ’ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετ’ ἐλαύνων
341 ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης ,
342 εὐθὺ Πύλονδ’ ἐλάων · τὰ δ’ ἄρ’ ἴχνια δοιὰ πέλωρα ,
343 οἷά τ’ ἀγάσσασθαι , καὶ ἀγαυοῦ δαίμονος ἔργα .
344 τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα
345 ἀντία βήματ’ ἔχουσα κόνις ἀνέφαινε μέλαινα ·
346 αὐτὸς δ’ ἐκτὸς ὁδοῦ , τις ἀμήχανος , οὔτ’ ἄρα ποσσὶν
347 οὔτ’ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον ·
348 ἀλλ’ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα
349 τοῖα πέλωρ’ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι .
350 ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον ,
351 ῥεῖα μάλ’ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν ·
352 αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν ,
353 ἄφραστος γένετ’ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ
354 χῶρον ἀνὰ κρατερόν · τὸν δ’ ἐφράσατο βροτὸς ἀνὴρ
355 ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων .
356 αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε
357 καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα , τὸ δ’ ἔνθα ,
358 ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς ,
359 ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον · οὐδέ κεν αὐτὸν
360 αἰετὸς ὀξὺ λάων ἐσκέψατο · πολλὰ δὲ χερσὶν
361 αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων .
362 αὐτὸς δ’ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν ·
363 οὐκ ἴδον , οὐ πυθόμην , οὐκ ἄλλου μῦθον ἄκουσα
364 οὐδέ κε μηνύσαιμ’ , οὐδ’ ἄν μήνυτρον ἀροίμην . "
365 τοι ἄρ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο Φοῖβος Ἀπόλλων ·
366 Ερμῆς δ’ αὖθ’ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα ,
367 δείξατο δ’ ἐς Κρονίωνα , θεῶν σημάντορα πάντων ·