368 " ζεῦ πάτερ , τοι ἐγώ σοι ἀληθείην καταλέξω ·
369 νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι .
370 ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς
371 σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο ·
372 οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας ,
373 μηνύειν δ’ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς ,
374 πολλὰ δέ μ’ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν ,
375 οὕνεχ’ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης ,
376 αὐτὰρ ἐγὼ χθιζὸς γενόμην , τὰ δέ τ’ οἶδε καὶ αὐτός ,
377 οὔτι βοῶν ἐλατῆρι , κραταιῷ φωτί , ἐοικώς .
378 πείθεο · καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι ,
379 ὡς οὐκ οἴκαδ’ ἔλασσα βόας , ὣς ὄλβιος εἴην ,
380 οὐδ’ ὑπὲρ οὐδὸν ἔβην · τὸ δέ τ’ ἀτρεκέως ἀγορεύω .
381 Ἠέλιον δὲ μάλ’ αἰδέομαι καὶ δαίμονας ἄλλους ,
382 καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι · οἶσθα καὶ αὐτός ,
383 ὡς οὐκ αἴτιός εἰμι · μέγαν δ’ ἐπιδώσομαι ὅρκον ·
384 οὐ μὰ τάδ’ ἀθανάτων εὐκόσμητα προθύραια .
385 καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην ,
386 καὶ κρατερῷ περ ἐόντι · σὺ δ’ ὁπλοτέροισιν ἄρηγε . "
387 ὣς φάτ’ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης ·
388 καὶ τὸ σπάργανον εἶχεν ἐπ’ ὠλένῃ οὐδ’ ἀπέβαλλε .
389 Ζεὺς δὲ μέγ’ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
390 εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν .
391 ἀμφοτέρους δ’ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
392 ζητεύειν , Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν
393 καὶ δεῖξαι τὸν χῶρον ἐπ’ ἀβλαβίῃσι νόοιο ,
394 ὅππη δὴ αὖτ’ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα .
395 νεῦσεν δὲ Κρονίδης , ἐπεπείθετο δ’ ἀγλαὸς Ἑρμῆς ·
396 ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο .