397 τὼ δ’ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα
398 ἐς Πύλον ἠμαθόεντα ἐπ’ Ἀλφειοῦ πόρον ἷξον ·
399 ἀγροὺς δ’ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον ,
400 ἡχοῦ δὴ τὰ χρήματ’ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ .
401 ἔνθ’ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον
402 ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα ·
403 Λητοΐδης δ’ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας
404 πέτρῃ ἐπ’ ἠλιβάτῳ , τάχα δ’ εἴρετο κύδιμον Ἑρμῆν ·
405 " πῶς ἐδύνω , δολομῆτα , δύω βόε δειροτομῆσαι ,
406 ὧδε νεογνὸς ἐὼν καὶ νήπιος ; αὐτὸς ἐγώ γε
407 θαυμαίνω κατόπισθε τὸ σὸν κράτος · οὐδέ τί σε χρὴ
408 μακρὸν ἀέξεσθαι , Κυλλήνιε , Μαιάδος υἱέ . "
409 ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ
409a ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι .
409b τὸν δ’ οὐκ ἴσχανε δεσμά , λύγοι δ’ ἀπὸ τηλόσε πῖπτον
410 ἄγνου · ταὶ δ’ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο
411 αὐτόθεν , ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι ,
412 ῥεῖά τε καὶ πάσῃσιν ἐπ’ ἀγραύλοισι βόεσσιν ,
413 Ἑρμέω βουλῇσι κλεψίφρονος · αὐτὰρ Ἀπόλλων
414 θαύμασεν ἀθρήσας . τότε δὴ κρατὺς Ἀργειφόντης
415 χῶρον ὑποβλήδην ἐσκέψατο , πῦρ ἀμαρύσσων ,
416 [ ... ] ἐγκρύψαι μεμαώς · Λητοῦς δ’ ἐρικυδέος υἱὸν
417 ῥεῖα μάλ’ ἐπρήυνεν ἑκηβόλον , ὡς ἔθελ’ αὐτός ,
418 καὶ κρατερόν περ ἐόντα · λαβὼν δ’ ἐπ’ ἀριστερὰ χειρὸς
419 πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος · δ’ ὑπὸ χειρὸς
420 σμερδαλέον κονάβησε · γέλασσε δὲ Φοῖβος Ἀπόλλων
421 γηθήσας , ἐρατὴ δὲ διὰ φρένας ἤλυθ’ ἰωὴ
422 θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει
423 θυμῷ ἀκουάζοντα · λύρῃ δ’ ἐρατὸν κιθαρίζων
424 στῆ ῥ’ γε θαρσήσας ἐπ’ ἀριστερὰ Μαιάδος υἱὸς