1.41 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ · Εὑρήκαμεν τὸν Μεσσίαν ἐστιν μεθερμηνευόμενον χριστός .
1.42 ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν . ἐμβλέψας αὐτῷ Ἰησοῦς εἶπεν · Σὺ εἶ Σίμων υἱὸς Ἰωάννου , σὺ κληθήσῃ Κηφᾶς ἑρμηνεύεται Πέτρος .
1.43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν . καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ Ἰησοῦς · Ἀκολούθει μοι .
1.44 ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά , ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου .
1.45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ · Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν , Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ .
1.46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ · Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι ; λέγει αὐτῷ Φίλιππος · Ἔρχου καὶ ἴδε .
1.47 εἶδεν Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ · Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν δόλος οὐκ ἔστιν .
1.48 λέγει αὐτῷ Ναθαναήλ · Πόθεν με γινώσκεις ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ · Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε .
1.49 ἀπεκρίθη αὐτῷ Ναθαναήλ · Ῥαββί , σὺ εἶ υἱὸς τοῦ θεοῦ , σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ .
1.50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ · Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις ; μείζω τούτων ὄψῃ .
1.51 καὶ λέγει αὐτῷ · Ἀμὴν ἀμὴν λέγω ὑμῖν , ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου .