2.1 Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας , καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ ·
2.2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον .
2.3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν · Οἶνον οὐκ ἔχουσιν .
2.4 καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς · Τί ἐμοὶ καὶ σοί , γύναι ; οὔπω ἥκει ἡ ὥρα μου .
2.5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις · Ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε .
2.6 ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι , χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς .
2.7 λέγει αὐτοῖς ὁ Ἰησοῦς · Γεμίσατε τὰς ὑδρίας ὕδατος · καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω .
2.8 καὶ λέγει αὐτοῖς · Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ · οἱ δὲ ἤνεγκαν .
2.9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον , καὶ οὐκ ᾔδει πόθεν ἐστίν , οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ , φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
2.10 καὶ λέγει αὐτῷ · Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν , καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω · σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι .
2.11 ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ , καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ .
2.12 Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ , καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας .
2.13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων , καὶ ἀνέβη εἰς Ἱεροσόλυμα