2.13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων , καὶ ἀνέβη εἰς Ἱεροσόλυμα Ἰησοῦς .
2.14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους ,
2.15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας , καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα καὶ τὰς τραπέζας ἀνέστρεψεν ,
2.16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν · Ἄρατε ταῦτα ἐντεῦθεν , μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου .
2.17 ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν · ζῆλος τοῦ οἴκου σου καταφάγεταί με .
2.18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ · Τί σημεῖον δεικνύεις ἡμῖν , ὅτι ταῦτα ποιεῖς ;
2.19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς · Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν .
2.20 εἶπαν οὖν οἱ Ἰουδαῖοι · Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ναὸς οὗτος , καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν ;
2.21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ .
2.22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν , ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν , καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν Ἰησοῦς .
2.23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ , πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ , θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἐποίει ·
2.24 αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευεν αὑτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας
2.25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου , αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ .