3.1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων , Νικόδημος ὄνομα αὐτῷ , ἄρχων τῶν Ἰουδαίων ·
3.2 οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ · Ῥαββί , οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος · οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν σὺ ποιεῖς , ἐὰν μὴ θεὸς μετ’ αὐτοῦ .
3.3 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ · Ἀμὴν ἀμὴν λέγω σοι , ἐὰν μή τις γεννηθῇ ἄνωθεν , οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ .
3.4 λέγει πρὸς αὐτὸν Νικόδημος · Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν ; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι ;
3.5 ἀπεκρίθη Ἰησοῦς · Ἀμὴν ἀμὴν λέγω σοι , ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος , οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ .
3.6 τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν , καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν .
3.7 μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν .
3.8 τὸ πνεῦμα ὅπου θέλει πνεῖ , καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις , ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει · οὕτως ἐστὶν πᾶς γεγεννημένος ἐκ τοῦ πνεύματος .
3.9 ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ · Πῶς δύναται ταῦτα γενέσθαι ;
3.10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ · Σὺ εἶ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις ;
3.11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι οἴδαμεν λαλοῦμεν καὶ ἑωράκαμεν μαρτυροῦμεν , καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε .