3.12 ;
3.13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς , ὁ υἱὸς τοῦ ἀνθρώπου .
3.14 καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ , οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ,
3.15 ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον .
3.16 Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν , ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλὰ ἔχῃ ζωὴν αἰώνιον .
3.17 οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον , ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ .
3.18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται · ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται , ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ .
3.19 αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς , ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα .
3.20 πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς , ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ ·
3.21 ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς , ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῷ ἐστιν εἰργασμένα .
3.22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν , καὶ ἐκεῖ διέτριβεν μετ’ αὐτῶν καὶ ἐβάπτιζεν .
3.23 ἦν δὲ καὶ ὁ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ , ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ , καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο ·
3.24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ