7.28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων Ἰησοῦς καὶ λέγων · Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί · καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα , ἀλλ’ ἔστιν ἀληθινὸς πέμψας με , ὃν ὑμεῖς οὐκ οἴδατε ·
7.29 ἐγὼ οἶδα αὐτόν , ὅτι παρ’ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν .
7.30 ἐζήτουν οὖν αὐτὸν πιάσαι , καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα , ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ .
7.31 ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν , καὶ ἔλεγον · χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν ;
7.32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα , καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν .
7.33 εἶπεν οὖν Ἰησοῦς · Ἔτι χρόνον μικρὸν μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με .
7.34 ζητήσετέ με καὶ οὐχ εὑρήσετέ , καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν .
7.35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς · Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν ; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας ;
7.36 τίς ἐστιν λόγος οὗτος ὃν εἶπε · Ζητήσετέ με καὶ οὐχ εὑρήσετέ , καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ;
7.37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει Ἰησοῦς , καὶ ἔκραξεν λέγων · Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω .
7.38 πιστεύων εἰς ἐμέ , καθὼς εἶπεν γραφή , ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος .