7.39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν · οὔπω γὰρ ἦν πνεῦμα , ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη .
7.40 Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον · Οὗτός ἐστιν ἀληθῶς προφήτης ·
7.41 ἄλλοι ἔλεγον · Οὗτός ἐστιν χριστός · οἱ δὲ ἔλεγον · Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας χριστὸς ἔρχεται ;
7.42 οὐχ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ , καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ , ἔρχεται χριστός ;
7.43 σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν .
7.44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν , ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας .
7.45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους , καὶ εἶπον αὐτοῖς ἐκεῖνοι · Διὰ τί οὐκ ἠγάγετε αὐτόν ;
7.46 ἀπεκρίθησαν οἱ ὑπηρέται · Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος .
7.47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι · Μὴ καὶ ὑμεῖς πεπλάνησθε ;
7.48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἐκ τῶν Φαρισαίων ;
7.49 ἀλλὰ ὄχλος οὗτος μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν .
7.50 λέγει Νικόδημος πρὸς αὐτούς , ἐλθὼν πρὸς αὐτὸν πρότερον , εἷς ὢν ἐξ αὐτῶν ·
7.51 Μὴ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ γνῷ τί ποιεῖ ;
7.52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ · Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται .
7.53 ΚΑΙ ΕΠΟΡΕΥΘΗΣΑΝ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ,