9.1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς .
9.2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες · Ῥαββί , τίς ἥμαρτεν , οὗτος οἱ γονεῖς αὐτοῦ , ἵνα τυφλὸς γεννηθῇ ;
9.3 ἀπεκρίθη Ἰησοῦς · Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ , ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ .
9.4 ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν · ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι .
9.5 ὅταν ἐν τῷ κόσμῳ , φῶς εἰμι τοῦ κόσμου .
9.6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος , καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμούς ,
9.7 καὶ εἶπεν αὐτῷ · Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ἑρμηνεύεται Ἀπεσταλμένος . ἀπῆλθεν οὖν καὶ ἐνίψατο , καὶ ἦλθεν βλέπων .
9.8 οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον · Οὐχ οὗτός ἐστιν καθήμενος καὶ προσαιτῶν ;
9.9 ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν · ἄλλοι ἔλεγον · Οὐχί , ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν . ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι .
9.10 ἔλεγον οὖν αὐτῷ · Πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί ;
9.11 ἀπεκρίθη ἐκεῖνος · ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι Ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι · ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα .
9.12 καὶ εἶπαν αὐτῷ · Ποῦ ἐστιν ἐκεῖνος ; λέγει · Οὐκ οἶδα .
9.13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν .