18.23 ἀπεκρίθη αὐτῷ Ἰησοῦς · Εἰ κακῶς ἐλάλησα , μαρτύρησον περὶ τοῦ κακοῦ · εἰ δὲ καλῶς , τί με δέρεις ;
18.24 ἀπέστειλεν οὖν αὐτὸν Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα .
18.25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος . εἶπον οὖν αὐτῷ · Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν · Οὐκ εἰμί .
18.26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως , συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον · Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ ;
18.27 πάλιν οὖν ἠρνήσατο Πέτρος · καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν .
18.28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον · ἦν δὲ πρωΐ · καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον , ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα .
18.29 ἐξῆλθεν οὖν Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν · Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου ;
18.30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ · Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν , οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν .
18.31 εἶπεν οὖν αὐτοῖς Πιλᾶτος · Λάβετε αὐτὸν ὑμεῖς , καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν . εἶπον αὐτῷ οἱ Ἰουδαῖοι · Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα ·
18.32 ἵνα λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν .
18.33 Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ · Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων ;
18.34 ἀπεκρίθη Ἰησοῦς · Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ ;