18.35 ἀπεκρίθη Πιλᾶτος · Μήτι ἐγὼ Ἰουδαῖός εἰμι ; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί · τί ἐποίησας ;
18.36 ἀπεκρίθη Ἰησοῦς · βασιλεία ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου · εἰ ἐκ τοῦ κόσμου τούτου ἦν βασιλεία ἐμή , οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν , ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις · νῦν δὲ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν .
18.37 εἶπεν οὖν αὐτῷ Πιλᾶτος · Οὐκοῦν βασιλεὺς εἶ σύ ; ἀπεκρίθη Ἰησοῦς · Σὺ λέγεις ὅτι βασιλεύς εἰμι . ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ · πᾶς ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς .
18.38 λέγει αὐτῷ Πιλᾶτος · Τί ἐστιν ἀλήθεια ; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους , καὶ λέγει αὐτοῖς · Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν ·
18.39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα · βούλεσθε οὖν ʹ ἀπολύσω ὑμῖν ʹ τὸν βασιλέα τῶν Ἰουδαίων ;
18.40 ἐκραύγασαν οὖν πάλιν λέγοντες · Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν . ἦν δὲ Βαραββᾶς λῃστής .