19.1 Τότε οὖν ἔλαβεν Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν .
19.2 καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ , καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν ,
19.3 καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον · Χαῖρε , βασιλεὺς τῶν Ἰουδαίων · καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα .
19.4 καὶ ἐξῆλθεν πάλιν ἔξω Πιλᾶτος καὶ λέγει αὐτοῖς · Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω , ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ .
19.5 ἐξῆλθεν οὖν Ἰησοῦς ἔξω , φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον . καὶ λέγει αὐτοῖς · Ἰδοὺ ἄνθρωπος .
19.6 ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες · Σταύρωσον σταύρωσον . λέγει αὐτοῖς Πιλᾶτος · Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε , ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν .
19.7 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι · Ἡμεῖς νόμον ἔχομεν , καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν , ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν .
19.8 Ὅτε οὖν ἤκουσεν Πιλᾶτος τοῦτον τὸν λόγον , μᾶλλον ἐφοβήθη ,
19.9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ · Πόθεν εἶ σύ ; δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ .
19.10 λέγει οὖν αὐτῷ Πιλᾶτος · Ἐμοὶ οὐ λαλεῖς ; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε ;
19.11 ἀπεκρίθη αὐτῷ Ἰησοῦς · Οὐκ εἶχες ἐξουσίαν κατ’ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν · διὰ τοῦτο παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει .