2.41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα .
2.42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα , ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς
2.43 καὶ τελειωσάντων τὰς ἡμέρας , ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς παῖς ἐν Ἰερουσαλήμ , καὶ οὐκ ʹἔγνωσαν οἱ γονεῖσʹ αὐτοῦ .
2.44 νομίσαντες δὲ αὐτὸν ʹεἶναι ἐν τῇ συνοδίᾳʹ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς ,
2.45 καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀναζητοῦντες αὐτόν .
2.46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς ·
2.47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ .
2.48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν , καὶ ʹεἶπεν πρὸς αὐτὸν μήτηρ αὐτοῦʹ · Τέκνον , τί ἐποίησας ἡμῖν οὕτως ; ἰδοὺ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε .
2.49 καὶ εἶπεν πρὸς αὐτούς · Τί ὅτι ἐζητεῖτέ με ; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με ;
2.50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ἐλάλησεν αὐτοῖς .
2.51 καὶ κατέβη μετ’ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρὲθ , καὶ ἦν ὑποτασσόμενος αὐτοῖς . καὶ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς .
2.52 Καὶ Ἰησοῦς προέκοπτεν ʹσοφίᾳ καὶ ἡλικίᾳʹ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις .