16.11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε , τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει ;
16.12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε , τὸ ὑμέτερον τίς ʹδώσει ὑμῖνʹ ;
16.13 οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν · γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει , ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει . οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ .
16.14 Ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες , καὶ ἐξεμυκτήριζον αὐτόν .
16.15 καὶ εἶπεν αὐτοῖς · Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων , δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν · ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ .
16.16 νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου · ἀπὸ τότε βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται .
16.17 Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν τοῦ νόμου μίαν κεραίαν πεσεῖν .
16.18 Πᾶς ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει , καὶ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει .
16.19 Ἄνθρωπος δέ τις ἦν πλούσιος , καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς .
16.20 πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος
16.21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου · ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ .
16.22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ · ἀπέθανεν δὲ καὶ πλούσιος καὶ ἐτάφη .