16.23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ , ὑπάρχων ἐν βασάνοις , ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ .
16.24 καὶ αὐτὸς φωνήσας εἶπεν · Πάτερ Ἀβραάμ , ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου , ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ .
16.25 εἶπεν δὲ Ἀβραάμ · Τέκνον , μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου , καὶ Λάζαρος ὁμοίως τὰ κακά · νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι .
16.26 καὶ ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται , ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται , μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν .
16.27 εἶπεν δέ · Ἐρωτῶ ʹσε οὖνʹ , πάτερ , ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου ,
16.28 ἔχω γὰρ πέντε ἀδελφούς , ὅπως διαμαρτύρηται αὐτοῖς , ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου .
16.29 λέγει δὲ Ἀβραάμ · Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας · ἀκουσάτωσαν αὐτῶν .
16.30 δὲ εἶπεν · Οὐχί , πάτερ Ἀβραάμ , ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν .
16.31 εἶπεν δὲ αὐτῷ · Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν , οὐδ’ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται .