17.1 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ · Ἀνένδεκτόν ἐστιν τοῦ ʹτὰ σκάνδαλα μὴ ἐλθεῖνʹ , ʹπλὴν οὐαὶʹ δι’ οὗ ἔρχεται ·
17.2 λυσιτελεῖ αὐτῷ εἰ ʹλίθος μυλικὸσʹ περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἵνα σκανδαλίσῃ ʹτῶν μικρῶν τούτων ἕναʹ .
17.3 προσέχετε ἑαυτοῖς . ἐὰν ἁμάρτῃ ἀδελφός σου ἐπιτίμησον αὐτῷ , καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ ·
17.4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ ʹπρὸς σὲʹ λέγων · Μετανοῶ , ἀφήσεις αὐτῷ .
17.5 Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ · Πρόσθες ἡμῖν πίστιν .
17.6 εἶπεν δὲ κύριος · Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως , ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ · Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ · καὶ ὑπήκουσεν ἂν ὑμῖν .
17.7 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ποιμαίνοντα , ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ · Εὐθέως παρελθὼν ἀνάπεσε ,
17.8 ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ · Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω , καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ ;
17.9 μὴ ʹἔχει χάρινʹ τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα ;
17.10 οὕτως καὶ ὑμεῖς , ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν , λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν , ʹὃ ὠφείλομενʹ ποιῆσαι πεποιήκαμεν .
17.11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας .
17.12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν δέκα λεπροὶ ἄνδρες , οἳ ἔστησαν πόρρωθεν ,
17.13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες · Ἰησοῦ ἐπιστάτα , ἐλέησον ἡμᾶς .